Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.191 Joseph. AJ 3.196 (English) >>Joseph. AJ 3.201

3.193

Ὅσα δὲ τῶν πρὸς τὴν τῆς σκηνῆς κατασκευὴν παρεσκευασμένων ἦν περιττὰ ταῦτʼ ἐκέλευσεν εἰς φάρση σκεπαστήρια τῆς τε σκηνῆς αὐτῆς καὶ τῆς λυχνίας καὶ τοῦ θυμιατηρίου καὶ τῶν ἄλλων σκευῶν ἀναλῶσαι, ὅπως κατὰ τὴν ὁδοιπορίαν ταῦτα μήτʼ ἐξ ὑετοῦ μηδὲν μήτʼ ἐκ κονιορτοῦ βλάπτηται. 3.194τό τε πλῆθος ἀθροίσας πάλιν εἰσφορὰν αὐτῷ προσέταξεν εἰσφέρειν σίκλου τὸ ἥμισυ καθʼ ἕκαστον, 3.195 δὲ σίκλος νόμισμα Ἑβραίων ὢν Ἀττικὰς δέχεται δραχμὰς τέσσαρας· 3.196οἱ δʼ ἑτοίμως ὑπήκουον οἷς ἐκέλευσε Μωυσῆς καὶ τὸ πλῆθος τῶν εἰσφερόντων ἦν ἑξήκοντα μυριάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. ἔφερον δὲ τὸ ἀργύριον τῶν ἐλευθέρων οἱ ἀπὸ εἴκοσι ἐτῶν ἄχρι πεντήκοντα γεγονότες. τὸ δὲ συγκομισθὲν εἰς τὰς περὶ τὴν σκηνὴν χρείας ἀναλοῦτο. 3.197

Ἥγνιζε δὲ καὶ τὴν σκηνὴν καὶ τοὺς ἱερέας τρόπῳ τοιούτῳ ποιούμενος αὐτῶν τὴν κάθαρσιν. σμύρνης ἐπιλέκτου σίκλους πεντακοσίους καὶ ἴρεως ἴσους, κινναμώμου δὲ καὶ καλάμου, ἔστι δὲ καὶ τοῦτο εἶδος θυμιάματος, ἡμίσειαν τῶν πρότερον ὁλκὴν κεκομμένα δεύειν ἐκέλευσεν, ἐλαίου τε ἐλαΐνου εἴν, μέτρον δʼ ἐστὶ τοῦτο ἐπιχώριον δύο χόας Ἀττικοὺς δεχόμενον, ἀναμίξαντας καὶ καθεψήσαντας σκευάσαι τέχνῃ μυρεψῶν χρῖσμα εὐωδέστατον. 3.198κἄπειτα τοῦτο λαβὼν αὐτούς τε τοὺς ἱερέας καὶ πᾶσαν τὴν σκηνὴν χρίων κεκάθαρκε, τά τε θυμιώμενα, πολλὰ δʼ ἐστὶ ταῦτα καὶ ποικίλα, κατὰ τὴν σκηνὴν ἐπὶ τοῦ χρυσοῦ θυμιατηρίου μεγάλης πάνυ τιμῆς ὄντα συνεφέρετο, ὧν παραλείπω τὴν φύσιν ἐκδιηγεῖσθαι, μὴ διʼ ὄχλου γένηται τοῖς ἐντυγχάνουσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.191 Joseph. AJ 3.196 (English) >>Joseph. AJ 3.201

Powered by PhiloLogic